b.
τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάντων ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἔξωθεν ληπτέον τὸ ὥς, ἵνα ᾖ· ὥστε ξυνῶσαι καὶ πᾶσιν ἀνθρώποις εἰς μέσον ἀγαγεῖν.c.
ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου: βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος γέννης. βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπολογήσασθαι. 4 ὁ γὰρ | Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύωνος παῖδα νόθον, ὃς ἐγένετο ἐκ Μιδέας Φρυγίας τινὸς γυναικὸς, ἀφ᾿ ἧς καὶ ἡ πόλις κέκληται, ἐλαΐνῳ σκυτάλῳ πλήξας ἄκων ἀναιρεῖ· | ἐπὶ γὰρ βοῦν βουλόμενος ἀκοντίσαι 5 τὸ σκύταλον ἔρριψε κατὰ τοῦ Λικυμνίου. | ἀποφεύγοντι 6 οὖν τὸ μύσος τοῦ φόνου καὶ χρηστηριαζομένῳ τῷ Τληπολέμῳ ἀνεῖλε τὸ λόγιον ἀποικίσαι τὸ Ἄργος καὶ εἰς τὴν Ῥόδον ἐλθεῖν. τούτοις καὶ Ὅμηρος μαρτυρεῖ (Β 661) ·αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.
Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.