a.
ἄλλοτε δ᾿ ἄλλον: τὸ ἑξῆς· ἄλλοτ᾿ ἄλλον ἡ Χάρις ἐποπτεύει. [τὸν] κομίζονται τῶν κακοπαθειῶν τὴν χάριν οἱ ὑμνηθέντες.b.
δύναται δὲ καὶ ἡ χάρις ἐποπτεύειν ἅμα μὲν ἁδυμελεῖ φόρμιγγι παμφώνων τε ἐν ἔντεσιν αὐλῶν ὅπερ νικῶσι τοῖς νικηφόροις συμβαίνει ποιεῖν.c.
περιφραστικῶς εἶπε τοὺς αὐλοὺς ἔντεα παρὰ τὸ ἔσω τὴν φωνὴν ἔχειν.d.
ἄλλοτε δ᾿ ἄλλον ἐποπτεύει χάρις: Ἀρίσταρχος χάριν ἀκούει τὴν τῆς εὐδαιμονίας· βέλτιον δὲ τὴν τῶν ποιημάτων.e.
ζωθάλμιος δὲ, ἡ θάλλειν αὐτοὺς ποιοῦσα καὶ οἱονεὶ ζῆν διαπαντὸς μνημονευομένους.f.
ἄλλως· ἐποπτεύει χάρις: ἡ τῶν ποιημάτων ἡδονή.g.
ὁ δὲ νοῦς· [ἄλλοτε δ᾿ ἄλλον ἡ ζωθάλμιος χάρις, ἡ τῆς νίκης,] καταλαμβάνει δὲ καὶ ἐποπτεύει ἡ χάρις τοὺς νικηφόρους σύν τε κιθάρᾳ καὶ αὐλοῖς ποικίλως φθεγγομένοις.h.
ζωθάλμιος ἀντὶ τοῦ ζῶσα καὶ θάλλουσα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.