a.
τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες 1 ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια.b.
τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· 2 ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. τελεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί.c.
τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ 3 αὐτόθι νικῶντες σκεύεσι τιμῶνται.d.
ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ Πίνδαρος· ὅ τ᾿ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.