a.
μνασθέντι δέ: μνησθέντι δὲ αὐτῷ περὶ τοῦ συμβεβηκότος ὁ Ζεὺς ἔμελλεν ἀνακληροῦν ἐξ ἀρχῆς καὶ ἄκυρα ποιεῖν τὰ κεκληρωμένα τοῖς θεοῖς.b.
δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος.c.
ἢ μνησθέντι τῷ Ἡλίῳ.e.
ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ᾿ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύτην γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων.f.
(ἄμπαλον:) ἀνακλήρωσιν. 3g.
Eust. II. 64, 42: . . . ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων· ὅπερ ἄμπαλον Πίνδαρος ἔφη, τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ . . . . τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.