a.
κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν 1 αὐτόν.b.
τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναντίον 2 εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισμὸν ὀνομάζων.c.
ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν.d.
γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν 3 ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυκὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.