a.
ἐπεὶ δέξαντο: ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον πᾶσιν. 1b.
ἐπειδὴ καὶ αὐταὶ αἱ ἡμίονοι στεφάνοις ἐβάλλοντο καὶ ἄνθεσιν.c.
χρὴ τοίνυν πύλας: περὶ τῶν ἡμιόνων ὁ λόγος. αὗται γὰρ παρὰ τὰς ἄλλας τὰς ἀγωνιζομένας νικήσασαι προκέκληνται τὸν ὕμνον.d.
γράφεται καὶ ἐπεδέξαντο, ἀντὶ τοῦ ἐπεδείξαντο τοὺς στεφάνους οὓς ἔλαβον.f.
ἄλλως· χρὴ τοίνυν πύλας: προσήκει καθάπερ πύλας, οὕτω τοὺς ὕμνους ἀναπετάσαι. εὖ δὲ τῇ παρασκευῇ παρίστησι τήν τε τοῦ ἐπαίνου μεγαλειότητα καὶ τὴν ἐν τῷ ἐπαινεῖν ἑαυτοῦ δύναμιν ὁ ποιητής.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.