a.
ἀγαθαὶ δὲ πέλονται: ἀγαθαὶ δέ, φησι, καὶ 1 χρήσιμοι κατὰ χειμερίαν νύκτα δύο ἄγκυραι ἠρεισμέναι ἐκ μιᾶς νεώς. τοῦτο δέ φησι διὰ τὸ καὶ τὸν Ἀγησίαν δύο περιέχεσθαι πατρίσι, τῇ τε Ἀρκαδίᾳ καὶ ταῖς Συρακούσαις.b.
ἄλλως· ἐν νυκτὶ δ᾿ ἄνεμοι χαλεποί:— δῆλον νηῶν: πρὸς οὓς χρηστέον δύο ἀγκύραις . . .c.
. . . δύο ἄγκυραι χρήσιμοι, οὕτω καὶ πρὸς τὰς γινομένας ταραχὰς αἱ δύο πόλεις.d.
ἀγαθαὶ δὲ πέλονται: ἀστείως ἀπολογεῖται τοῦ εἶναι τὸν νικηφόρον δύο πατρίδων, καί φησιν· ὥσπερ ἐστὶ λυσιτελὲς καὶ συμφέρον ἐν χειμῶνι καὶ νυκτὶ [τὴν νῆα] δύο ἀγκύραις ἐπερείδεσθαι, οὕτως ἐπικερδὲς καὶ δύο πατρίδας ἔχειν [τὸν νικηφόρον].e.
ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παραγινόμενοι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.