a.
Ζηνὸς Αἰτναίου: ἐν τῇ Αἴτνῃ Διὸς Αἰτναίου ἄγαλμα ἵδρυται, καὶ ἑορτὴ Αἰτναῖα καλεῖται.b.
καὶ Ζηνὸς Αἰτναίου: ἀπὸ κοινοῦ τὸ ἀμφέπει.c.
περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου.d.
ἁδύλογοι δέ μιν λύραι: αἱ ἀπὸ τῶν ὀργάνων πνοαί.e.
ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. I 14) · ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.