a.
πίομαι: οὐ λέγει κυρίως ὅτι πίομαι τὸ ἀπὸ τῆς Μετώπης ὕδωρ, ἀλλὰ οἷον γεύσομαι αὐτῆς διὰ τὸν ὕμνον καὶ ταύτην εἰς τὸν ὕμνον συλλήψομαι.b.
πίομαι ἀνδράσιν αἰχματαῖσιν ἕως τοῦ ὕμνον: ἀνδράσι νῦν τῷ τε Ἀγησίᾳ καὶ τοῖς τούτου προγόνοις.c.
τὸ δὲ πλέκων, ἤτοι πρὸς τὸ ποικίλον καὶ διάφορον τῆς φθογγῆς· λέγουσι γὰρ καὶ στροφὰς ὧδε· ἢ ὡς ἐπὶ στεφάνου μουσικοῦ.d.
ὁ δὲ λόγος· ὦ τῆς ἐμῆς πατρίδος Ἀρκαδικῆς Μετώπη· λέγει δὲ τοῦ ποταμοῦ· γεύσομαι τῷ ὕμνῳ καὶ εἰς τὸ ἐγκώμιον ἀναλήψομαι, αὐτῷ τε τῷ Ἀγησίᾳ καὶ τοῖς τούτου ἀνδρείοις καὶ πολεμικωτάτοις προγόνοις τὸν ποικίλον καὶ πολύφθογγον ὕμνον διαπλέκων καὶ συντιθείς.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.