a.
ὑγίεντα: τὸν μετὰ ὑγείας· ἢ τὸν ἄθραυστον καὶ 1 ὑγιῆ.b.
ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα.c.
εἰ δὲ πλοῦτον ἔχει τις μεθ᾿ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείων θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.d.
ὑγίεντα δ᾿ εἴ τις ὄλβον: τὴν μεθ᾿ ὑγείας 2 εὐδαιμονίαν.e.
ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.