a.
ἱκέτας σέθεν: παρακαλῶ σε, Ζεῦ, Λυδίαις ὑμνῶν εὐρυθμίαις φυλάττειν τὴν Καμάριναν ἐν νίκαις καὶ ἀνδρείαις.b.
ἱκέτας σέθεν ἔρχομαι: ἡ ἀνταπόδοσις τῆς ἐπικλήσεως· ὦ Ζεῦ, ἱκέτης σου ἔρχομαι· ἵν᾿ ᾖ· ἱκετεύω σε, Ζεῦ.c.
Λυδίοις ἀπύων: Λυδιστὶ ἡρμοσμένοις. Πτολεμαῖος δὲ ὁ ἐπιθέτης τοὺς ἐν Λυδίᾳ αὐλούς φησι πρωτεύειν ἐν τῇ τέχνῃ.e.
αἰτήσω σέ, φησιν, ὦ Ὀλυμπιόνικε Ψαῦμι, καὶ σὲ τοῖς ἵπποις ἐπιτερπόμενον εὔθυμον ἔχειν γῆρας καὶ φέρειν σε ἐπὶ τελευτὴν υἱῶν παρισταμένων.f.
ἄλλως· Λυδίοις ἀπύων ἐν αὐλοῖς: βοῶν. ᾄδων.g.
ἢ ὅτι αἱ λεγόμεναι γλωσσίδες τῶν αὐλῶν ἐν Λυδίᾳ γίνονται, ἢ ὅτι τοὺς μετὰ Πέλοπος ἐλθόντας πρώτους αὐλητὰς οἱ Ἕλληνες ἐμιμήσαντο. γλυκὺ δὲ τὸ Λύδιον μέλος.i.
εὐρυθμίαις δὲ Λυδίαις, Λυδιστὶ ἡρμοσμέναις.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.