a.
εὖ δὲ ἔχοντες: εὐδαιμονήσαντες δὲ καὶ σοφοὶ 1 καὶ λόγιοι τοῖς πολίταις ἔδοξαν εἶναι.b.
εὖ δὲ ἔχοντες: εὖ δὲ πράξαντες οἱ ἀρετῆς ἀντιποιούμενοι, 2 ποιούμενοι, ὅ ἐστιν ἐπιτυχόντες οἱ νικήσαντες, καὶ σοφίας δόκησιν ἔχουσιν.c.
ἄλλως· οἱ ἐνάρετοι καὶ πονοῦσιν ἅμα 3 καὶ ἀναλίσκουσιν ἕνεκα τοῦ ἀρετὴν κτήσασθαι.d.
ἢ οὕτω· παρὰ σοὶ, Ψαῦμι, ἕνεκα τῶν ἀρετῶν ὁ πόνος τῇ δαπάνῃ μάχεται· καὶ γὰρ δαπανᾷς καὶ ταλαιπωρεῖς.e.
σοφοὶ καὶ πολίταις: οἱ γοῦν εὐδαιμονήσαντες 4 καὶ καλῶς διάξαντες κατὰ τὸν βίον ἤδη που καὶ σοφοὶ καὶ λόγιοι ἔδοξαν εἶναι παρὰ τοῖς πολίταις.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.