a.
κολλᾷ τε σταδίων: εὖ ἑστώτων. ἑδραίων. 1b.
ὅτι προσχώννυσι καὶ προστίθησί τινα τῇ πόλει γῆν.c.
κολλᾷ οὖν ἀντὶ τοῦ προσαναπλάσσει.d.
τὸ δὲ σταδίων θαλάμων ἄλσος ἀντὶ τοῦ πρὸς οἰκοδομὴν ἐπιτήδειον οἴκων.e.
ἄλλως· κολλᾷ τε σταδίων: Ἀρίσταρχός φησιν 2 ἰλὺν καταφέρειν τὸν Ἵππαριν ὡς καὶ τὸν Νεῖλον· ἐκ δὲ τῆς ἰλύος κατασκευάζεσθαί φησιν ἄλση· κυρίως γὰρ ἀκούεσθαι τὰ ἄλση. οὐκ ἔστι δὲ, ἀλλ᾿ ὑψίγυια ἄλση τοὺς οἴκους φησὶ παρὰ τὸ ἑστάναι ὡς τὰ ἄλση.g.
ὁ οὖν Ἵππαρις κολλᾶ καὶ προστίθησιν ἐπὶ τῇ πόλει τοὺς θαλάμους, καθὸ δι᾿ αὐτοῦ εἰσκομίζεται τὰ πρὸς τὴν κατασκευὴν ὑπουργήματα, καὶ διὰ τοῦτο αἴτιος τοῦ τὰς οἰκίας κατασκευάζεσθαι. μεσόγειος γάρ ἐστιν ἡ χώρα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.