a.
τὰν νέοικον ἕδραν: νέοικον ἕδραν εἶπε τὴν Καμάριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος ἐν τῇ δεκάτῃ· εἰσὶ δὲ οὗτοι οἱ Καμαριναῖοι . . . . ὑπὸ τοῦ Γέλωνος τυράννου ἀνῃρέθησαν· εἶτα ὑπὸ Γελώων συνῳκίσθησαν ἐπὶ τῆς . . . Ὀλυμπιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Πέρσου διάβασιν.c.
Φίλιστος ἐν γ΄ (FHG I, 187) φησὶν ὅτι Γέλων Καμάριναν κατέσκαψεν· Ἱπποκράτης δὲ πολεμήσας Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν ὑπὲρ τοῦ τούτους ἀποδοῦναι ἔλαβε τὴν Καμάριναν καὶ συνῴκισεν αὐτήν. ὁ γοῦν Πίνδαρος συνῳκισμένην οἶδε τὴν Καμάριναν.d.
ὅτι δὲ περὶ τὴν π΄ ἐνίκησεν Ὀλυμπιάδα ὁ Ψαῦμις τῇ ἀπήνῃ, οὕτως συνορᾶται· καταλύεται γὰρ αὐτῇ τὸ ἀγώνισμα περὶ ὀγδοηκοστὴν ε΄ Ὀλυμπιάδα· τῷ δὲ ἅρματι ἐνίκησε τὴν πβ΄· ὥστε τὴν πα΄ Ὀλυμπιάδα ἐνίκησε τῇ ἀπήνῃ ὁ Ψαῦμις.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.