a.
μοναμπυκίᾳ τε: καὶ ἵπποις καὶ ἡμιόνοις καὶ μοναμπυκίᾳ, ὅ ἐστι κέλητι· ἄμπυξ γὰρ κατὰ Θετταλοὺς ὁ χαλινός.b.
μοναμπυκίᾳ: μονοχαλίνῳ. νοητέον δὲ ἑνὶ ἵππῳ 2 τῷ λεγομένῳ κέλητι. ἄμπυξ μὲν γὰρ κυρίως ἀνάδημα τῆς κεφαλῆς τι, καὶ λῶρος χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσι· μεταφορικῶς δὲ καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται· ὡς Ὅμηρος (Ε 358) · χρυσάμπυκας ἵππους· καὶ ἀλλαχοῦ (Χ 469) · ἄμπυκα κεκρύφαλόν τ᾿ ἠδὲ πλεκτὴν ἀναδέσμην.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.