a.
ξείνων δ᾿ εὖ πρασσόντων: τῶν φίλων εὖ πρασσόντων 1 τὴν ἀγγελίαν τὴν περὶ αὐτῶν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ προσδέχονται καὶ ἀφθόνως.b.
ἔσαναν: ἐχάρησαν. ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας.c.
ξείνων δ᾿ εὖ πρασσόντων: ξείνων, φίλων. 2d.
ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων. 3e.
ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν.f.
ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί.g.
ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. | τοῦτο 4 δὲ ὡς πρὸς ἑαυτόν.h.
ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικηκότος εὐπραγίᾳ, | ὡς ἂν γνωρίμου.i.
ἔσαναν· ἐχάρησαν. 5k.
ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν ἀγγελιῶν μαθόντες. 6Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.