a.
νεοσίγαλον: νεοποίκιλον. σιγαλῶσαι γὰρ τὸ ἐπιθεῖναι 1 ἐπὶ πᾶσι τὸν κόσμον.b.
ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον.c.
πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ μέλος. τὸ δὲ Δωρίῳ ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα † αἰνέσω τὸ Δώριον μέλος.d.
τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.