a.
οἴκοθεν: διὰ τῶν οἰκείων ἀρετῶν.b.
τὸ πόρσω: τὸ ἐπέκεινα τῆς στήλης.d.
[Ἡρακλέος στηλᾶν:] ὁ Ἡρακλῆς ἡνίκα ἐπὶ τὰς Γηρυόνου βοῦς εἰς τὴν Ἐρύθειαν λεγομένην νῆσον πρὸς τῷ Ὠκεανῷ παρεγένετο, πᾶσαν διεξελθὼν τὴν πλεομένην θάλασσαν, ἐβούλετο προσωτέρω χωρεῖν· εἶτα χάος εὑρὼν καὶ ζόφον ἔστησε στήλας, δι᾿ ὧν ἐμήνυσε τὸ τέλος τῆς θαλάσσης, ὡς μηδὲν εἶναι περαιτέρω πλωτόν. πρὸς τοῦτο οὖν ἡ διάνοια ἀποδίδοται, ὅτι ὁ νικήσας Ὀλύμπια μηδὲν ζητείτω πλέον· ἔχει γὰρ τὸ τέλος τῆς εὐδαιμονίας, ὥσπερ τὸ τέλος τῆς θαλάσσης αἱ Ἡρακλέους στῆλαι.e.
ἐν τόπῳ Γαδείροις. 5f.
τὸ πόρσω: τὸ ἐπιπόρρω τούτων φησὶν ἄβατον εἶναι καὶ πᾶσιν ἀνέφικτον καὶ σοφοῖς καὶ ἀσόφοις.g.
τὰ δὲ ὑπὲρ τὰ ἐκεῖ φράσαι καὶ τοῖς ποιηταῖς ἀδύνατα, ὡς εἶναι ἄγνωστα καὶ τοῖς σοφοῖς. 7Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.