a.
ἅ τε Πίσα με γεγωνεῖν: ἥ τε Πίσα με ἀπαιτεῖ 1 μὴ ἠρεμεῖν, ἀλλὰ ὑμνεῖν καὶ βοᾶν.b.
ἢ τὸ ἑξῆς· 2 πράσσοντί με γεγωνεῖν.c.
γεγωνεῖν: προσυπακουστέον τὸ πράσσει με ἐκ 3 τοῦ προκειμένου.d.
ἀπαιτεῖ τὸ θεόδματον χρέος.e.
τὸ δὲ γεγωνεῖν οἱ μὲν ἀπὸ τῆς γεγωνώς μετοχῆς βαρύτονον 4 Αἰολικῶς κλίναντες γεγώνειν ὡς ἀκούειν, γινώσκειν ἐκφέρουσι· γέγωνέ τε πᾶν κατὰ ἄστυ (Ω 703) . εἰσὶ δὲ οἳ ἀπὸ τοῦ γεγωνέω σχηματίζουσιν, ὥστε δεῖ περισπᾶν.f.
τὸ ἀπαρέμφατον ἐνεστὼς ἀντὶ συντελικοῦ φησι παρειλῆφθαι τὸ † γεγωνήσειν.g.
τᾶς ἄπο: τῆς Ὀλυμπίας.h.
ἀφ᾿ ἧς δὴ Πίσης 5 αἱ ἀπὸ θεῶν ἀπομεριζόμεναι [ἀοιδαὶ καὶ] ᾠδαὶ ἐπὶ τοὺς ἀνθρώπους παραγίνονται.i.
ἐπὶ τοὺς νικῶντας [ἀνθρώπους].Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.