a.
τὸ δὲ τυχεῖν: τὸ τυχεῖν πειρώμενον ἀγῶνος καὶ λύπην λύει καὶ τὴν ἀθυμίαν ἐκβάλλει.b.
τῷ ἀποτυγχάνοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη.c.
ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει.e.
ἢ οὕτως· τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ. 4f.
ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶνος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει.g.
ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν 5 ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.