a.
θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρσανδρος. 1 γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων.b.
Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος.c.
οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες.d.
θάλος ἀρωγὸν δόμοις: τὸ βλάστημα τοῦ Ἀδράστου 2 γένους.e.
ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρόγονοι τοῦ Θήρωνος.f.
ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέντων πατέρων ἐξεδίκησαν τὸν φόνον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.