a.
Θήρωνα: Θήρων υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενεῖς Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Καλλιστράτης (FHG IV, 433) ἐν τῷ ζ΄ φησίν.b.
τετραορίας: τοῦ ἅρματος. ἡ λέξις παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς.d.
ὁ δὲ νοῦς αὐτῷ· σεμνύνεται μὲν ὁ Ὀλυμπιακὸς ἀγὼν τῷ Διὶ καὶ τῷ καταβεβληκότι τὴν ἀρχὴν Ἡρακλεῖ, οὐδὲν δὲ ἧττον καὶ τρίτον σεμνύνεται Θήρωνι νενικηκότι. 5e.
(τεραορίας:) τεθρίππου ἅρματος. 6Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.