a.
Παλλάς: Ἀθηνᾶ ἡ πολιοῦχος τῶν Θηβαίων· οὐκ 1 εἶπε δὲ τὴν Ἥραν, ὅτι μητρυιά.b.
φιλέοντι δὲ Μοῦσαι: ὡς Θηβαίαν οὖσαν· φιλόλογοι δὲ Θηβαῖοι.c.
[καὶ Ζεὺς πατήρ:] τὸ κῶλον τοῦτο ἀθετεῖ Ἀριστοφάνης· περιττεύειν γὰρ αὐτό φησι πρὸς τὰς ἀντιστρόφους.d.
φιλεῖ δέ νιν Παλλάς: τοῦτο οἱ μὲν ἁπλῶς διὰ 2 τὴν ἐν θεοῖς διατριβὴν λέγουσιν· οἱ δὲ ὅτι ὡς ἐπιχωρία θεός. ἄγαλμα γὰρ αὐτῆς ὁ Κάδμος ἱδρύσατο ἐν Ὄγκαις, κώμῃ τῆς Βοιωτίας. Ὀγκαία οὖν ἡ Ἀθηνᾶ τιμᾶται.e.
φιλέοντι δὲ Μοῖσαι: οἱ μὲν διὰ τὰ περὶ αὐτῆς 3 τοῖς ποιηταῖς εἰρημένα· οἱ δὲ διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι τῆς Βοιωτίας. καὶ αὗται οὖν ἐπιχώριοι.f.
φιλέοντι δὲ Μοῖσαι: περισσόν ἐστι κῶλον ὡς πρὸς τὴν ἀντίστροφον· ὅθεν καὶ ὀβελίσκος αὐτῷ παράκειται. πᾶσαι γάρ εἰσι δεκατεσσάρων [ὁμοῦ] κώλων, αὕτη δὲ μόνη δεκαπέντε εὑρίσκεται ἔχουσα.g.
φιλέοντι δέ: καὶ τοῦτο ὡς θεαὶ ἐπιχώριοι 4 διὰ τὸν Ἑλικῶνα, ὅς ἐστι Βοιωτίας ὄρος· οἱ δὲ, διὰ τὸ ἐν ταῖς ποιήσεσι τὴν Σεμέλην ᾄδεσθαι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.