a.
ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει: ὑπὸ γὰρ τῆς χαρᾶς τῶν γεγενημένων ἀγαθῶν τὸ κακὸν ἀφανίζεται καὶ τὸ παλίγκοτον καὶ ἄτοπον δαμασθὲν καὶ ἀναιρεθὲν ὑφ᾿ ἡδονῆς θνήσκει, μάλιστα ὄλβου ἐπιγινομένου ὑψηλοῦ ἐκ θείας μοίρας.b.
ἄλλως· τὸ δὲ τραχὺ πῆμα 2 νικᾶται ὑπὸ τῆς ἀγαθῆς χαρᾶς καὶ ἀφανίζεται, ὁπόταν εἰς ὕψος τὴν εὐδαιμονίαν ἀναφέρῃ ἡ μοῖρα [καὶ ὅταν τὴν εὐδαιμονίαν εἰς ὕψος ἄγῃ].c.
παλίγκοτον: τὸ χαλεπὸν καὶ ἐναντίον τῷ ἀγαθῷ. 3Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.