a.
Κρόνιε: οὐ μόνον ὅτι Κρόνου παῖς, ἀλλ᾿ ὅτι 1 Κρόνιος λόφος καλεῖται ὁ ἐν Ὀλυμπίᾳ.b.
ἀλλ᾿ ὦ Κρόνιε: ὁ νοῦς· ὦ Ζεῦ τὸν οὐρανὸν 2 κατοικῶν καὶ τὸ καὶ τὸ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις αὔξησον ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον.c.
ὁ δὲ νοῦς· ἀλλ᾿ ὦ τοῦ Κρόνου καὶ τῆς Ῥέας παῖ 3 Ζεῦ, τὸν οὐρανὸν κατοικῶν, ὅστις τοῦ Ὀλυμπιακοῦ ἀγῶνος διοικεῖς τὸ ἔδαφος καὶ τὸν πόρον τοῦ Ἀλφειοῦ, ἡσθεὶς τούτοις τοῖς ὕμνοις ἔτι καὶ ἐπιπλέον ἀβλαβῆ αὐτοῖς τὴν πατρῴαν γῆν διαφύλαξον.d.
τοῖς περὶ Θήρωνα. 4Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.