a.
ἀλλ᾿ αἶνον ἐπέβασε κόρος: ἀλλὰ τὸν ἔπαινον κόρος ἐπέβη καὶ ὕβρις ἄδικος· κορεσθέντες γάρ τινες τῶν ἀγαθῶν αὐτοῦ αὐτοὶ κατ᾿ αὐτοῦ ἐγένοντο. προσαγανακτῶν δὲ ταῦτά φησι διὰ τὸ εἰς ἔνια τὸν Θήρωνα ἐλαττωθῆναι, τύχαις χρησάμενον οὐκ ἐπιτηδείαις.b.
ἄλλως· ὅτι κατακορεῖς γίνονται οἱ ἄνθρωποι τοῖς πολλοῖς ἀνθρώποις τῷ φθόνῳ. ἔστι δὲ καὶ παροιμία (Par. Gr. I, p. 308. II, p. 218. 774) · τίκτει γὰρ κόρος ὕβριν.c.
ὁ κόρος τῶν ἀνθρώπων τῶν μάργων τῶν θορυβῆσαι θελόντων ἐπέβη τῷ τοῦ Θήρωνος ἐπαίνῳ, κρύψιν θέλων θεῖναι τοῖς τῶν ἀγαθῶν ἔργοις.d.
ἀλλ᾿ αἶνον ἐπέβα κόρος: τὴν ᾠδὴν ταύτην ἔγραψεν ὁ Πίνδαρος τοῦ Θήρωνος πολεμοῦντος διὰ τὴν πρὸς Ἱέρωνα κηδείαν.e.
κόρος δὲ, ὕβρις μετὰ ἀδικίας.f.
τὸ χαριστικόν, φησι, τοῦ Θήρωνος ἐπέβησε πολλοὺς εἰς ὕβριν[, δηλονότι αὐτοὺς προηγάγετο]· ἐπεὶ οἱ προδιδόντες αὐτὸν Ἱέρωνι φίλοι ἦσαν. δύναται δὲ τοῦτο καὶ εἰς τοὺς 3 περὶ Κάπυν τείνειν, οἳ | ἐπεστράτευσαν αὐτῷ, μὴ ὑπομένοντες αὐτὸν ὁρᾶν οὕτω λαμπρὸν ὄντα. ἐπέβη οὖν τῷ Θήρωνος ἐπαίνῳ ὁ φθόνος ὑπαντήσας οὐ κατὰ δίκην οὐδὲ 4 ὃν δεῖ τρόπον.g.
ἄλλως· Κάπυς καὶ Ἱπποκράτης | Θήρωνος ἦσαν ἀνεψιοί. οὗτοι πολλὰ ὑπ᾿ αὐτοῦ εὐεργετηθέντες ὡς ἑώρων ηὐξημένην αὐτοῦ τὴν τυραννίδα, φθονοῦντες πόλεμον ἤραντο πρὸς αὐτόν· ὁ δὲ συμβαλὼν αὐτοῖς περὶ τὴν Ἱμέραν ἐνίκησε. 5h.
ἐπέβα κόρος: τὸν ἔπαινον, τὴν δόξαν τοῦ Θήρωνος. κόρος δὲ ὕβρις.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.