a.
ἄκραντα γαρύετον: οἱ φύσει χρώμενοι λαμπροί· 1 οἱ δὲ μαθόντες ἄκραντα γαρύειν ἥσσονές εἰσι τῶν καθ᾿ αὑτοὺς ὅ τι δήποτε μαθόντων ἢ ἐπισταμένων.b.
τὸ [δὲ] γαρύετον κακῶς· οὐδὲ γὰρ ἐπὶ δυϊκοῦ βούλεται ἡ λέξις, οὐδὲ ὑπὲρ δύο κοράκων, ἀλλ᾿ ὑπὲρ πολλῶν.c.
ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν, οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους. αἰνίττεται δὲ εἰς Σιμωνίδην. 2d.
εἰ δέ πως εἰς Βακχυλίδην καὶ Σιμωνίδην αἰνίττεται, 3 καλῶς ἄρα ἐξείληπται τὸ γαρύετον δυικῶς. καὶ οὕτως ὄντως ἔχει ὁ λόγος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.