a.
ὠκέα βέλη: ἀλληγορεῖ ἀπὸ τῶν τόξων μεταφέρων 1 ἐπὶ τὰ ποιήματα· φαρέτρα μὲν γὰρ ἡ διάνοια, βέλη δὲ οἱ λόγοι.b.
Σκυθικὰ δὲ βέλη τὰ ποιήματα λέγει· εἰώθασι γὰρ οἱ Σκύθαι ὑπὸ τὸν ἀγκῶνα τὰ βέλη βαστάζειν, οἱ δὲ ἐκεῖ Κρῆτες κατὰ τῶν ὤμων.c.
ὠκέα βέλη: τροπικὸς ὁ λόγος· βέλη δὲ τοὺς 2 λόγους εἴρηκε διὰ τὸ ὀξὺ καὶ καίριον τῶν ἐγκωμίων· φαρέτρας δὲ, τῆς διανοίας. τὸ δὲ ὑπ᾿ ἀγκῶνος ὡς πρὸς τὸ φαρέτρας ἀκουστέον. οὕτω καὶ ὁ βουκόλος (17, 30) ὑπωλένιόν τε φαρέτρην λέγει.d.
ἄλλως· πολλά μοι ὑπ᾿ 3 ἀγκῶνος: ἀντὶ τοῦ πολλὰ λέγειν ἔχω. βέλη δὲ εἴρηκε τὰ ποιήματα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.