a.
ἄμαχον: ἀκαταμάχητον. ἀκαταγώνιστον.b.
ἀστραβῆ: ἀμετάτρεπτον. οὐ διδόντα εἰς φυγὴν τὰ νῶτα. ἀκίνητον. ἀσάλευτον.c.
κίονα δὲ οὐ στύλον λέγει· ἀλλ᾿ ἔστι παντὶ οἴκῳ τόπος στύλος λεγόμενος, ἐφ᾿ οὗ κεῖνται οἱ πινσοὶ καὶ λέγεται ὅλην ἔχειν τὴν οἰκίαν.d.
ἄμαχον ἀστραβῆ κίονα: μεταφορικῶς εἶπεν. ἀστραβὴς δὲ λέγεται ὁ ἰσχυρὸς καὶ μὴ ῥᾳδίως συστρεφόμενος.e.
ἄστρεπτον καὶ ἀμετακίνητον· καὶ ἔστι κατὰ μετάθεσιν τοῦ ε εἰς τὸ ᾱ καὶ ἀποβολὴν τοῦ ᾱ· ἔστι γὰρ ἀστρεβλῆ.f.
οἷον ἄστρεπτον, ἀστραφῆ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.