a.
πόσις: ὁ μὲν Ἀρίσταρχος πόσιος γράφει ὁ 1 πάντων καὶ τὸν Δία ἀκούει συμπότην εἶναι τοῦ Ῥαδαμάνθυος. ὁ δὲ Δίδυμος ἐπὶ τοῦ Κρόνου καθιστᾷ τὸν λόγον· ὃν ὁ πατὴρ πάντων ὁ Κρόνος ἕτοιμον καὶ ἀχώριστον ἔχει πάρεδρον, πόσις ὢν Ῥέας, παῖς δὲ τῆς ὕπατον ἐχούσης θρόνον τῆς Γῆς· εἷς γὰρ τῶν Τιτάνων ὁ Κρόνος, οἳ Γῆς εἰσιν υἱοί. θρόνον δὲ αὐτὴν μέγιστον εἰληφέναι ὡς πάντα φέρουσαν καὶ τοῦ κόσμου νομιζομένην εἶναι [θεῶν] τροφόν· ὡς καὶ ὁ ποιητής· ζείδωρον ἄρουραν.b.
ἔνιοι πόσιν ἤκουσαν τὸν συμπότην.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.