a.
ὅρμοισιν: ἐν τοῖς ὅρμοις, τοῖς ἑλίγμασιν τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας.b.
κατ᾿ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους.c.
ὅρμοισι τῶν χέρας: ὅρμους· ἀντὶ τῆς αἰτιατικῆς τῇ δοτικῇ ἐχρήσατο.d.
ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. 3e.
ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς.f.
ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.