a.
τοὶ δ᾿ ἀπροσόρατον: οἱ ἀσεβεῖς. ἀπροσόρατον 1 δὲ, ἤτοι ὃν οὐκ ἄν τις ὑπομείνειε, δεινόν· ἢ ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, οὐδὲ ὑπὸ θεῶν δυνάμενον προσοραθῆναι.c.
ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθελήσει.d.
λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνάμενον.d 4e.
ἄλλως· τοὶ δ᾿ ἀπροσόρατον: φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι.f.
(ἀπροόρατον:) ἀπροσδόκητον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.