a.
Ἀναξιφόρμιγγες: ἤτοι οἱ τῶν φορμίγγων ἀνάσσοντες· ἕπονται γὰρ τοῖς ὕμνοις καὶ φόρμιγγες, δι᾿ οὓς καὶ ἀπεδείχθησαν· ἢ οἱ ἀνασσόμενοι ὑπὸ φορμίγγων | ὕμνοι· 2 πρότερον γὰρ ἐνδίδωσι τὸ μέλος ὁ κιθαριστής, ἔπειτα ἡ ᾠδὴ λέγεται· ὡς καὶ ἐν Πυθιονίκαις (P. I, 1) · χρυσέα φόρμιγξ Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον.b.
Ἀναξιφόρμιγγες ὕμνοι: οἱ τῆς φόρμιγγος 3 ἀνάσσοντες. πρῶτον γὰρ τὰ ᾄσματα συντίθενται, εἶθ᾿ οὕτω πρὸς αὐτὰ καὶ ἡ λύρα ἁρμόζεται.c.
ἢ οὕτως· ὦ ὕμνοι οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσόμενοι. πρῶτον γὰρ ἔκρουον, εἶτα ἐπῇδον. καὶ τούτου μάρτυς Ὅμηρος (α 155) ·d.
ἄλλως· ἀναξιφόρμιγγες ὕμνοι: τὴν αἰτίαν αὐτὸς παρέστησε παρ᾿ ἣν τοὺς τρεῖς δεῖ ἐπαινεῖν· Δία ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δ᾿ ἔστησεν Ἡρακλῆς· διὸ ὑμνητέον αὐτὸν ὡς ἥρωα· ἄνθρωπον δὲ Θήρωνα. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ᾿ ἕκαστον ἐπίνικον ὑμνεῖν θεὸν, ἥρωα, ἄνδρα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.