a.
(ἔμολον:) ὅρα τὸ μέτρον. 1b.
Ὀλυμπιόνικος ἁ Μινυεία: Ὀρχομενὸς γὰρ Μινύειος 2 πόλις.c.
ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας 3 τὰ ὀνόματα τῶν Χαρίτων ἑνικῶς ἐφώνησε· σεῦ ἕκατι, ὦ Χάρι. προσφωνοῦσί τε οἱ ποιηταὶ τοὺς χοροὺς τοὺς ἐκ πλήθους συνεστῶτας ἑνικῶς. βεβιασμένον οὖν νυνὶ προτάξαντα τὰ ὀνόματα λέγειν ἕκατί σου ἑνικῶς.d.
ἢ ὅτι πρὸς αὐτὸν 4 λέγει τὸν νικηφόρον.f.
σοῦ ἕκατι, ὦ νικηφόρε.h.
οἱ δὲ τὸ ἕκατι σοῦ ὡς πρὸς μίαν ἑκάστην ἰδίᾳ. ἢ πρὸς αὐτὸν τὸν νικηφόρον· ὅτι σοῦ ἕνεκεν, Ἀσώπιχε, ἔνδοξός ἐστιν ἡ Μινυείη ἥ τε Ὀρχομενὸς ὡς νικήσαντος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.