b.
σέβουσι δὲ τὴν 3 τοῦ Διὸς τιμὴν τὴν αἰώνιον.c.
πλησίον γὰρ τοῦ χρυσοτόξου Ἀπόλλωνος ἀποθέμεναι τοὺς ἑαυτῶν θρόνους καὶ ἐγγὺς αὐτοῦ ἱδρυμέναι ἀένναον καὶ ἀθάνατον οὖσαν τὴν τοῦ πατρὸς 4 αὐτῶν τιμὴν Διὸς σέβουσιν.d.
ἀένναον κυρίως μὲν τὸ ἀεὶ ἐν τῷ ῥεῖν καὶ νάειν ὄν· νῦν δὲ τὸ αἰώνιόν φησιν.e.
ἀντὶ τοῦ ἀνελλιπῶς καὶ αἰωνίως παρὰ τῷ Διὶ τιμῶνται τῷ ἐν οὐρανῷ ὄντι.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.