a.
δηρίομαι πολέσιν: διαφιλονεικήσω πλείστοις περὶ τῶν ὑμετέρων καλῶν, καὶ τοῖς ἄλλοις ἀξιοπρεπέσι τὰ κατορθώματα ὑμῶν ἀντιπαραθεὶς οὐκ ἐλάττονα ὄντα ταῦτα ἀποδεικνύς.b.
ἢ οὕτω· διαμαχεσθήσομαι εἷς ὢν περὶ πλειόνων κατορθωμάτων.c.
πλεῖστα μὲν οὖν περὶ ὑμῶν πρὸς πάντας καταλέγειν . . . ., σαφῶς μέντοι καὶ ἀκριβῶς οὐκ ἂν δυνηθείην πάντα εἰπεῖν, ὥσπερ οὐδὲ θαλασσίας 2 ψηφῖδος τὸν ἀριθμόν.d.
ἢ οὕτως· περὶ πλήθει καλῶν: 3 τῶν ἀνδραγαθημάτων.e.
οὕτω τὰ καλὰ πλεονάζει παρ᾿ 4 ὑμῖν ὥστε μηδὲ ἀριθμῆσαι σαφῶς | καθάπερ οὐδὲ τὰς παραθαλασσίους ψηφῖδας.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.