a.
δέξαι δέ οἱ στεφάνων ἐγκώμιον: καὶ πρόσδεξαι 1 ἡδέως τὸν ἐπὶ τῶν στεφάνων αὐτοῦ θεσμὸν καὶ νόμιμον ἔπαινον· λέγει δὲ τὸν ὕμνον.b.
δέξαι δέ οἱ, ἀντὶ 2 τοῦ δέξαι παρὰ αὐτοῦ.c.
τεθμὸν τὸν νόμον· νόμος 3 γάρ ἐστιν οὗτος, Ὀλυμπιονίκας ὑμνεῖσθαι.d.
τὸν ἐγκωμιαστικὸν λόγον, ὅς ἐστιν ὕμνος τῶν νικηφόρων.e.
τὸν ἄγει: ὅντινα ὕμνον ἐκτήσατο καὶ ἄγει ἑαυτῷ νικῶν 4 καὶ στάδιον ὁμοῦ καὶ πένταθλον.f.
ἐν τῷ σταδίῳ. 5g.
τῆς νίκης.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.