a.
ἀλλὰ κούφοισιν ἐκνεῦσαι ποσίν: [εἶπε] 1 τοῦτο πρὸς ἑαυτὸν παρακελευόμενος ἀποδραμεῖν ἀπὸ τούτων καὶ καταπαῦσαι τὸν ὕμνον.b.
ἢ οὕτως· ἐπαύσατο τῶν ἐπαίνων καὶ περὶ ἑαυτοῦ λέγει ὅτι χρὴ ἀποστῆναι κούφοις ποσὶν, ἀνεπαχθῆ φανέντα.c.
δίδου μοι οὖν, φησιν, ὦ Ζεῦ τέλειε, αἰδῶ τε καὶ εὐτυχίαν, ἐξ ἧς ἐστι τέρπεσθαι καὶ ἥδεσθαι.d.
ἀντὶ τοῦ αἰδέσιμόν με ποίει καὶ τιμῆς ἄξιον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.