a.
εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ 1 συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει.b.
διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν.c.
ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει 2 τῆς Ὀλυμπίας.d.
ἄλλως· Διί τ᾿ Ἐνυαλίῳ τε: τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, | τῷ δὲ Ἄρει 3 ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέκνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τόπων. | εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν 4 Ἠλείων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.