a.
συλλαβὼν τέρας: τὸν χαλινὸν τέρας εἶπεν, 1 ὅτι ὄναρ φανεὶς ὕπαρ ὤφθη.b.
παρακείμενον δὲ εὑρὼν 2 τὸν χαλινὸν καὶ ἀναρπάσας αὐτὸν πρὸς τὸν μάντιν ἦλθεν εὐθέως τὸν ἐπιχώριον, | [105. δεῖξέν τε Κοιρανίδᾳ:] τὸν 3 Κοιράνου παῖδα Πολύιδον. ἐλθὼν δὲ πρὸς τὸν μάντιν | ἔδειξε καὶ διεσαφήνισεν αὐτῷ τὴν ὅλην ἀπόβασιν τοῦ 4 πράγματος καὶ τὴν κατάστασιν, [106. ὥστ᾿ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο:] ὅπως τε ἐπὶ τοῦ βωμοῦ τῆς Ἀθηνᾶς ἐκαθεύδησεν ἐκ τῆς τοῦ Πολυίδου προμαντείας καὶ συμβουλῆς, ὡς αὐτοῦ συμβουλεύσαντος αὐτῷ διὰ μαντείας, ἀγωνιῶντι περὶ τῆς κατοχῆς τοῦ ἵππου, | παρακαθευδῆσαι 5 τῷ βωμῷ τῆς Ἀθηνᾶς, | [109. ὥστε οἱ αὐτὰ Ζηνὸς ἐγχεικεραύνου:] 6 καὶ ὅπως αὐτὴ ἡ θεὸς αὐτῷ παρέσχε τὸν χαλινὸν ἡ θυγάτηρ τοῦ ἐγχεικεραύνου Διός.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.