a.
χάριν νίκας: ἔξωθεν ληπτέον τὸ εἴς· εἰς χάριν 1 κελαδησόμεθα βροντάν.b.
τὸ δὲ ἐπωνυμίαν τοῦ χάριν ἐπίθετον· τὴν ἐπωνύμους ποιοῦσαν, ἀντὶ τοῦ ἐπονομάζοντος καὶ καλοῦντος.c.
ἄλλως· ἐπωνυμίαν νίκης χάριν τὸν ἐπίνικον εἶπεν.d.
ἐπωνυμίαν χάριν: ἔξωθεν τὴν εἴς πρόθεσιν λάβε· εἰς χάριν κελαδήσομεν.e.
ἀντὶ τοῦ τὸν κεραυνὸν 3 ὑμνήσομεν.f.
ἄλλως· τὴν ὀνομαστὴν βροντὴν καὶ διαβόητον.g.
ἢ οὕτω· τὴν νίκην περιφραστικῶς τὴν διαβόητον.h.
ἄλλως· χάριν νίκης, διὰ τὴν νίκην.i.
ἢ οὕτως· ἐπίθετον τῆς νίκης τῆς ἐπωνύμους ποιούσης.k.
ἢ τῆς ὄνομα φερούσης καὶ κρατούσης ἐν παντὶ κράτει. 99BScholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.