a.
τίς δὴ ποταίνιον ἔλαβε στέφανον: πρὸς τὴν Μοῦσαν.b.
ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι.c.
τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα;d.
τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον. 2f.
ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ 5 δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται.g.
τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς;Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.