a.
τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ 1 ἔθυσεν ὡς ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι.c.
ἄλλως· Ἀλφειῷ εἰκότως 4 5 ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. | μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ 6 Οἰνόμαος, | ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς 7 πολλοῖς ὑετοῖς καὶ ὄμβροις. 8d.
τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.