a.
ἄπονον δ᾿ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λαβόντος 1 τὴν νίκην. οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι.b.
ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων.c.
τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800) ·d.
ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος 2 μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες.e.
ἢ οὕτως· οὐδένες 3 χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου.f.
οὐδένες πρὶν 4 ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.