a.
νῦν ψᾶφον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον 1 δὲ ἔξωθεν τούτῳ. ἰδίωμα δέ ἐστι Πινδάρου οὕτως ἐλλείπειν τὸ ὥς. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον ἐπ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην καὶ ἐπιφερομένην μοι μέμψιν ἐκκλύσω καθάπερ ψῆφον.b.
ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.c.
νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει 2 ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ.d.
τινὲς δὲ 3 πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα.e.
παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. 4h.
προσυπακουστέον δὲ τὸ ὥς, ἵν᾿ ᾖ· ὡς ψῆφον ἑλισσομένην, οὕτω τὸ κῦμα καταλύσει αὐτήν. 9i.
ἢ οὕτως· ὥσπερ τὸ κῦμα τὴν ψῆφον ἐπιρρέον κατακλύζει, 10 οὕτω καὶ τὸν ἐπίνικον ἀποδώσομεν.k.
ἢ οὕτως· 11 λείπει τὸ ἴδωμεν ἢ θεωρήσωμεν.l.
νῦν σκοπήσωμεν ὅπως τὸ ἡμέτερον κῦμα ῥέον, τουτέστιν ἡ ἡμετέρα ποίησις, κατακλύσει τὴν ἑλισσομένην ψῆφον, τουτέστι τὴν καθ᾿ ἡμῶν 12 ἑλισσομένην λοιδορίαν.m.
ἄλλως· νῦν οὖν σκοπήσωμεν ὅπως καθάπερ [λοιδορίαν] ψῆφόν τινα κυλιομένην τὸ τῆς θαλάσσης κῦμα περικλύζει καὶ ἵστησιν, οὕτω στήσωμεν τὸν παρὰ τῶν πολλῶν ψόγον, καὶ σκοπήσωμεν ὅπως τὸν κοινὸν τοῦ παντὸς γένους καὶ πάσης τῆς πόλεως ἔπαινον προσφιλῶς καὶ κεχαρισμένως ἀποτίσωμεν καὶ ἀποδώσομεν. 13n.
ἑλισσομέναν: κυλιομένην. 14Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.