a.
Τὸν Ὀλυμπιονίκαν: ὁ λόγος πρὸς τὰς Μούσας, ἢ πρὸς τοὺς τοῦ χοροῦ.b.
Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι: ἔοικεν ὁ Πίνδαρος ἐκ πολλοῦ συνθέμενος γράφειν τὸν ἐπίνικον ὀλιγωρῆσαι τῆς γραφῆς, αὖθις δὲ ἀποδιδοὺς αὐτῷ σὺν τόκῳ ὥσπέρ τι χρέος παλαιὸν διαλύεσθαι προσθεὶς ἕτερόν τι ᾠδάριον τὸ ἑξῆς.c.
ἀνάγνωτέ μοι: ἀντὶ τοῦ ἀναγνωρίσατέ μοι.d.
ἀναμνήσατέ με, ὦ Μοῦσαι, ἐν ᾧ χωρίῳ τῆς φρενός μου Ἀγησίδαμός ἐστιν.e.
ὡς προδιατεθειμένος τὸν ἐπίνικον νῦν ἀναμνήσεως δεῖν αὐτῷ φησι. καὶ Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 540) · σὲ δ᾿ ἐν φρενὸς δέλτοισι τοὺς ἐμοὺς λόγους. 4f.
ἔστι δὲ τροπικῶς ταῦτα. 5i.
τρία μέρη φασὶν εἶναι τῆς φρενὸς, λογιστικὸν, μνημονευτικὸν 10 καὶ φανταστικὸν, καὶ τὸ μὲν λογιστικόν ἐστιν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ φανταστικὸν ἐν τῷ μετώπῳ, τὸ δὲ μνημονευτικὸν μέσον τῶν δύο. ἔχουσι δὲ ἀμφότερα, τό τε λογιστικὸν καὶ φανταστικὸν, ὥς τι ταμεῖον τὸ μνημονευτικὸν, καὶ ἐναποτιθεῖσιν ἐν αὐτῷ ἅπερ ἐκεῖνο μὲν φαντάζεται, ἐκεῖνο δὲ, ἤγουν τὸ λογιστικὸν, λογίζεται. ἐκ δὲ τούτου, ἤγουν τοῦ μνημονευτικοῦ, ἔχομεν μνημονεύειν ἅπερ ἀνέγνωμεν καὶ ἅπερ ἐθεασάμεθα. διά τοι τοῦτο καὶ ὁ Πίνδαρος εἶπεν· ἀναγνωρίσατέ μοι, ὦ Μοῖσαι, ἐν ποίῳ μέρει τῆς φρενὸς γέγραπται, ἤγουν κεχάρακται, ὁ παῖς τοῦ Ἀρχεστράτου, ἤγουν ὁ Ἀγησίδαμος. 11Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.