a.
μετὰ τριῶν τέταρτον: ἢ ὅτι ἐν Ἅιδου μετὰ τριῶν τετάρτος κολάζεται, Σισύφου, Τιτυοῦ, Ἰξίονος.b.
ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον 2 ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι.c.
ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ 3 ἐκτός.d.
ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκταρος 4 καὶ ἐξεῖπε τὰ μυστήρια τῶν θεῶν. | ὁ οὖν Εὐριπίδης φησίν (l. c.) ·e.
ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι᾿ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀποθανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται.f.
ἔνιοι δὲ ὅτι τρία λέγεται καὶ κοινῶς τὰ πρὸς τὸν θάνατον συνεργοῦντα, ξίφος, ἀγχόνη, κρημνός· Σοφοκλῆς (fr. 822) ·g.
ἢ ὅτι τριῶν μερίδων οὐσῶν κατὰ τῆς ἀνθρωπίνης φύσεως κατὰ τοὺς ποιητὰς, καὶ τοῖς μὲν εὐδαίμοσι μίαν ἕπεσθαι ἀγαθὴν, δύο δὲ κακὰς, τοῖς δὲ δυσδαίμοσι τὰς τρεῖς φαύλας· ὅθεν καὶ τρισκακοδαίμονας καὶ τρισαθλίους ἐν τῷ βίῳ τινὰς λέγεσθαι· ἵν᾿ ᾖ οὖν ὁ νοῦς οὕτως, ὅτι δὴ ὁ Τάνταλος καὶ μετὰ τὰς τρεῖς ταύτας δυστυχίας ἃς ὑπέστη κατὰ τὸν ἀνθρώπινον βίον, ἐξ ἀνθρώπων γεγονὼς, καὶ τετάρτην ὑφίσταται. καὶ ὅτι | ἡ τοιαύτη γνώμη ἀσφαλής 7 ἐστι, μαρτυρεῖ ἡμῖν καὶ αὐτὸς ὁ Πίνδαρος ἐν ἑτέροις λέγων (P. III 81) · οἶσθα προτέρων ὅτι ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. [ἐν Πυθιονίκαις.] 8Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.