a.
περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως 1 λέγουσιν· οἱ μὲν γὰρ αὐτόν φασιν ὑποκεῖσθαι Σιπύλῳ τῷ Λυδίας ὄρει, αἰτίαν τινὰ προστιθέντες, ὡς Πανδάρεως ὁ Μιλήσιος ἀποκλέψας τὸν κύνα τῆς Κρήτης, ὃν ὁ Ζεὺς φύλακα τοῦ ἱεροῦ κατέστησε, παρατεθειμένος εἴη τῷ Ταντάλῳ. τὸν δὲ Δία ἀποστεῖλαι Ἑρμῆν πειρώμενον τοῦ ὑποδεξαμένου· τὸν δὲ μᾶλλον ψευδόμενον καὶ ἑλέσθαι ἐπιορκῆσαι, ὡς οὐκ ὄντος παρ᾿ αὐτῷ τοῦ κυνός· παὶ οὕτω τὸν Δία ἐπιθεῖναι κατ᾿ αὐτοῦ Σίπυλον τὸ ὄρος, ὅπερ ἐστὶ τὸν λίθον. οἱ δὲ, ὧν ἐστι καὶ Εὐριπίδης (Or. 10) ·στεῦτο δὲ διψάων, πιέειν δ᾿ οὐκ εἶχεν ἑλέσθαι,
Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.
μέσον χθονὸς τεταμέναν
αἰωρήμασι πέτραν
ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου,
ἵν᾿ ἐν θρήνοισιν ἀναβοάσω
γέροντι πατρὶ Ταντάλῳ. 4
b.
τάν οἱ πατὴρ: τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν 5 αὐτῷ. ἄτην δὲ εἶπε τὸν λίθον, ὃς ἦν ἄτη· δὶς δὲ παρείληφε τὴν ἀντωνυμίαν· τὸ γὰρ οἱ ἰσοδυναμεῖ τῷ αὐτῷ.c.
ἄλλως· δι᾿ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ᾿ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτημένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.