c.
τοῦ δὲ κακᾱγόρος Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρ᾿ αὐτοῖς κατὰ ἀφαίρεσιν τοῦ ῡ προφέρεται διὰ μόνου τοῦ ο. 5d.
κακηγόρους δὲ λέγει τοὺς ἀσεβεῖς καὶ βλασφήμους. 6e.
ὁ δὲ νοῦς· ἀκέρδεια εἴληχε πυκνῶς τοὺς κακηγόρους· ὅ ἐστιν, οἱ κακήγοροι τῶν ἀνθρώπων πυκνῶς ἐν ἀκερδείᾳ εἰσίν.f.
ἢ οὕτως· οἱ κακήγοροι οὐδὲν λελόγχασιν ἢ ἀκέρδειαν· οἷον οὐδὲν κερδαίνουσι κακηγοροῦντες. 7g.
τινὲς δὲ τῇ ἐκλείψει τοῦ ῡ ἐχρήσαντο. 8Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.