a.
εἰ δ᾿ ἄεθλα γαρύειν: ἆθλα νῦν εἴρηκε τὰ ἀγωνίσματα.b.
ἢ καὶ τὰ ἔπαθλα· Ὅμηρος (Ψ 273) ·c.
ἄλλως· ἄεθλα ἀγωνίσματα, περιφραστικῶς τοὺς ἀγῶνας.d.
πρὸς ἑαυτὸν δὲ ἐκφέρων εἶπεν· ὦ φίλον ἦτορ, εἰ δὲ καταλέγειν ἆθλα βούλει, νόμιζε ὡς ἐν ἄστροις ἥλιον φαεινότερον, οὕτως ἐν ἄθλοις τὸν Ὀλυμπιακὸν ἀγῶνα πρωτεύειν.e.
γαρύεν: φωνεῖν. καταλέγειν. διακρίνειν. ὑμνεῖν. Δωρικῶς δὲ τὸ γαρύεν, τοῦ ι ἐκλείψαντος.f.
τὸ δὲ γαρύεν γαρύειν λέγει, καὶ ἔστιν ἀποβολὴ τοῦ ι, ὅπερ ἔθος Δωριέων. ἡ δὲ γῆρυς ὅτι ἐπὶ τῆς φωνῆς εἴρηται, εὑρήσομέν καὶ παρ᾿ Ὀμήρῳ (Δ 437) ·g.
ἔθος δέ ἐστι Πινδάρῳ, μὴ οἷς προοιμιάζεται συγκριτικοῖς, τούτοις τὰ συγκρινόμενα εὐθέως ἐπάγειν, ἀλλὰ μεταξύ τινα εἰκόνα ἀποδεικτικὴν τῆς βελτιότητος παρεντιθέναι καὶ οὕτω τὴν σύγκρισιν ἐπιφέρειν. ποιεῖ δὲ τοῦτο θερμός τις ὢν καὶ πολύνους περὶ τὰ νοήματα. 5Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.